Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 7

5.172 Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, τὸ τῆς Ἠλέκτρας, ἔφη, σῖγα, σῖγα, λεπτὸν ἴχνος. Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν, αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος. φησὶ δʼ ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη, σὺ μέντοι τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον· αἱ δʼ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα. μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται· τοῦ δʼ ἐπινεύσαντος, διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;
5.173 Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα, οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ, ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφʼ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δʼ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δʼ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δʼ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi