Kitap 7
3.166
Τὰ δὲ βιβλία ἐστὶ τάδε· Περὶ ἀσκήσεως. Περὶ παθῶν. Περὶ ὑπολήψεως. Νομοθέτης. Μαιευτικός. Ἀντιφέρων. Διδάσκαλος. Διασκευάζων. Εὐθύνων. Ἑρμῆς. Μήδεια. Διάλογοι. Θέσεων ἠθικῶν.
Κεφ. δ′. ΔΙΟΝΥΣΙΟΣ
4.166
Διονύσιος δʼ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον.
4.166
Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δʼ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτʼ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.
4.167
Καὶ κατʼ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλʼ ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντʼ ἀσιτίᾳ κατέστρεψε.
4.167
Βιβλία δʼ αὐτοῦ φέρεται τάδε· Περὶ ἀπαθείας β′. Περὶ ἀσκήσεως β′. Περὶ ἡδονῆς δ′. Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας. Περὶ ἀνθρώπων χρήσεως. Περὶ εὐτυχίας. Περὶ ἀρχαίων βασιλέων. Περὶ τῶν ἐπαινουμένων. Περὶ βαρβαρικῶν ἐθῶν.
4.167
Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.
Κεφ. εʼ. ΚΛΕΑΝΘΗΣ