Kitap 7
1.3
εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, τούτῳ παρακολούθησον. ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος 〈ὢν〉 ὢν add. Richards. πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν αὐτοῦ F Cobet. καὶ τοῦτο θεραπεῦσαι δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δʼ εἶδεν αὐτὸν αἰδούμενον καὶ παρακαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν· φεύγοντος δʼ αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας.
1.4
Ἕως μὲν οὖν τινὸς ἤκουσε τοῦ Κράτητος· ὅτε καὶ τὴν Πολιτείαν αὐτοῦ γράψαντος, τινὲς ἔλεγον παίζοντες ἐπὶ τῆς τοῦ κυνὸς οὐρᾶς αὐτὴν γεγραφέναι. γέγραφε δὲ πρὸς τῇ Πολιτείᾳ καὶ τάδε· Περὶ τοῦ κατὰ φύσιν βίου. Περὶ ὁρμῆς ἢ περὶ ἀνθρώπου φύσεως. Περὶ παθῶν. Περὶ τοῦ καθήκοντος. Περὶ νόμου. Περὶ τῆς Ἑλληνικῆς παιδείας. Περὶ ὄψεως. Περὶ τοῦ ὅλου. Περὶ σημείων. Πυθαγορικά. Καθολικά. Περὶ λέξεων. Προβλημάτων Ὁμηρικῶν πέντε. Περὶ ποιητικῆς ἀκροάσεως.
1.4
Ἔστι δʼ αὐτοῦ καὶ Τέχνη καὶ Λύσεις καὶ Ἔλεγχοι δύο. Απομνημονεύματα Κράτητος. Ἠθικά.
1.4
Καὶ τάδε μὲν τὰ βιβλία. τελευταῖον δὲ ἀπέστη καὶ τῶν προειρημένων ἤκουσεν ἕως ἐτῶν εἴκοσιν· ἵνα καί φασιν αὐτὸν εἰπεῖν, νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα. οἱ δʼ ἐπὶ τοῦ Κράτητος τοῦτʼ αὐτὸν εἰπεῖν·
1.5
ἄλλοι δὲ διατρίβοντα ἐν ταῖς Ἀθήναις ἀκοῦσαι τὴν ναυαγίαν καὶ εἰπεῖν, εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ. ἔνιοι δέ, διαθέμενον Ἀθήνησι τὰ φορτία, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν.