Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 6

1.16 Τόμος τέταρτος ἐν ᾧ Κῦρος. Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος. Τόμος πέμπτος ἐν ᾧ Κῦρος ἢ περὶ βασιλείας. Ἀσπασία. Τόμος ἕκτος ἐν ᾧ Ἀλήθεια. Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός. Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν α′ β′ γ′. Περὶ διαλέκτου.
1.17 Τόμος ἕβδομος ἐν ᾧ Περὶ παιδείας ἢ ὀνομάτων α′ β′ γ′ δ′ ε′. Περὶ ὀνομάτων χρήσεως ἐριστικός. Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως. Περὶ δόξης καὶ ἐπιστήμης α′ β′ γ′ δ′. Περὶ τοῦ ἀποθανεῖν. Περὶ ζωῆς καὶ θανάτου. Περὶ τῶν ἐν ᾅδου. Περὶ φύσεως α′ β′. Ἐρώτημα περὶ φύσεως β′. Δόξαι ἢ ἐριστικός. Περὶ τοῦ μανθάνειν προβλήματα.
1.17 Τόμος ὄγδοος ἐν ᾧ Περὶ μουσικῆς. Περὶ ἐξηγητῶν. Περὶ Ὁμήρου. Περὶ ἀδικίας καὶ ἀσεβείας. Περὶ Κάλχαντος. Περὶ κατασκόπου. Περὶ ἡδονῆς.
1.17 Τόμος ἔνατος ἐν ᾧ Περὶ Ὀδυσσείας. Περὶ τῆς ῥάβδου. Αθηνᾶ ἢ περὶ Τηλεμάχου. Περὶ Ἑλένης καὶ Πηνελόπης. Περὶ Πρωτέως. Κύκλωψ ἢ περὶ Ὀδυσσέως.
1.18 Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος. Περὶ Κίρκης. Περὶ Ἀμφιαράου. Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.
1.18 Τόμος δέκατος ἐν ᾧ Ἡρακλῆς ἢ Μίδας. Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος. Κῦρος ἢ ἐρώμενος. Κῦρος ἢ κατάσκοποι. Μενέξενος ἢ περὶ τοῦ ἄρχειν. Ἀλκιβιάδης. Ἀρχέλαος ἢ περὶ βασιλείας.
1.18 Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.
1.18 Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν παντοφυῆ φλέδονά φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, μήτι χρεία φίλου; καί ποτε παρʼ αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δʼ εἰπόντος, τίς ἂν ἀπολύσειέ με τῶν πόνων; δείξας τὸ ξιφίδιον, ἔφη, τοῦτο· καὶ ὅς, τῶν πόνων, εἶπον, οὐ τοῦ ζῆν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi