Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 6

2.52 Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη, τἰπτε σὺ ὧδε, φέριστε; ἦ τινα συλήσων νεκύων κατατεθνηώτων; ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.
2.53 Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη, μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ. πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα, ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις; Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi