Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 5

6.94 καὶ φλυαρίας συντεταγμένος· τρίτος Κυμαῖος, γεγραφὼς Περσικὰ ἐν πέντε βιβλίοις· τέταρτος Κυμαῖος, ῥήτωρ τέχνας γεγραφώς· πέμπτος Καλλατιανὸς ἢ Ἀλεξανδρεύς, γεγραφὼς τὴν Διαδοχὴν ἐν ἓξ βιβλίοις καὶ Λεμβευτικὸν λόγον, ὅθεν καὶ Λέμβος ἐκαλεῖτο· ἕκτος Ἀλεξανδρεύς, γεγραφὼς τὰ Περσικὰ ἰδιώματα· ἕβδομος διαλεκτικὸς Βαργυληΐτης, κατʼ Ἐπικούρου γεγραφώς· ὄγδοος ἰατρὸς τῶν ἀπὸ Ἱκεσίου· ἔνατος ἰατρὸς Ταραντῖνος, ἐμπειρικός· δέκατος ποιητικός, παραινέσεις γεγραφώς· ἑνδέκατος ἀνδριαντοποιὸς Φωκαεύς· δωδέκατος ἐπιγραμμάτων ποιητὴς λιγυρός· τρισκαιδέκατος Μάγνης, Μιθραδατικὰ γεγραφώς· τεσσαρεσκαι δέκατος ἀστρολογούμενα συγγεγραφώς.
← Önceki 46 / 46

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi