Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 5

5.83 τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ.
5.83 Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπʼ αὐτῶν διοίκησιν·
5.84 ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς ἐν τῇ Μνῷ· τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ στωϊκοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi