Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 5

5.79 Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς· ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, ἀλλʼ ἀΐδην μέλανα. Ἡρακλείδης δʼ ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν φάσκοντα, ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. ὁπηνίκα δʼ ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναισ—μανθάνω γὰρ καὶ τοῦτο—Μένανδρος ὁ κωμικὸς παρʼ ὀλίγον ἦλθε κριθῆναι διʼ οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ· ἀλλʼ αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.
5.80 Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ Περὶ τῆς Ἀθήνησι νομοθεσίας α′ β′ γ′ δ′ ε′. Περὶ τῶν Ἀθήνησι πολιτειῶν α′ β′. Περὶ δημαγωγίας α′ β′. Περὶ πολιτικῶν α′ β′. Περὶ νόμων α′. Περὶ ῥητορικῆς α′ β′. Στρατηγικῶν α′ β′.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi