Kitap 5
3.63
καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν τὰς συνθήκας ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἰραίου· καὶ μηδὲν ὀφειλέτω μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλʼ ἀπηλλάχθω παντὸς τοῦ συμβολαίου. δότωσαν δʼ αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος, ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ βίον ἱκανὸν καὶ εὐσχήμονα. ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον καὶ Διοκλέα καὶ Ἄβουν· Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. ἀφίημι δὲ καὶ Δρόμωνα ἐλεύθερον. ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος, λογισάσθω Ἴραιος μετʼ Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τἄλλα τὰ νομιζόμενα.
3.64
τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρʼ Ὀλυμπίχου, μηδὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι.
3.64
Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. οἰκεῖος vulg.: corr. Zeller. αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθὰ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.
Κεφ. δ′. ΛΥΚΩΝ