Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 4

1.5 Ἀρίστιππος α′. Τεχνῶν ἔλεγχος α′. Ὑπομνηματικοὶ διάλογοι. Τεχνικὸν α′. Διάλογοι τῶν περὶ τὴν πραγματείαν ὁμοίων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η θ′ ι′. Διαιρέσεις καὶ πρὸς τὰ ὅμοια ὑποθέσεις. Περὶ γενῶν καὶ εἰδῶν παραδειγμάτων. Πρὸς τὸν Ἀμάρτυρον. Πλάτωνος ἐγκώμιον. Ἐπιστολαὶ πρὸς Δίωνα, Διονύσιον, Φίλιππον. Περὶ νομοθεσίας. Μαθηματικός. Μανδρόβολος. Λυσίας. Ὅροι. Τάξεις ὑπομνημάτων.
1.5 Στίχοι τρεῖς καὶ τετρακισμύριοι τεσσαρακόσιοι ἑβδομήκοντα πέντε. πρὸς τοῦτον γράφει καὶ Τιμωνίδης Τιμωνίδης] Σιμωνίδης vulg.: sed. cf. Plut. Vit. Dion. 35 et 31. τὰς ἱστορίας, ἐν αἷς κατέταξε τὰς πράξεις Δίωνός τε καὶ Βίωνος. τε καὶ Βίωνος secl. Mueller, F. H. G. ii. 83. Βίωνος] fort. Διονυσίου. φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία τριῶν ταλάντων ὠνήσατο.
1.5 Γέγονε Σπεύσιππος καὶ ἕτερος, ἰατρὸς Ἡροφίλειος Ἀλεξανδρεύς.

Κεφ. β′. ΞΕΝΟΚΡΑΤΗΣ

2.6 Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος· οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ. καὶ ἐφʼ οἷον ἵππον οἷον ὄνον ἀλείφω. σεμνὸς δὲ τά τʼ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, Ξενόκρατες, θῦε ταῖς Χάρισι. διῆγέ τʼ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα· καὶ εἴ ποτε μέλλοι εἰς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi