Kitap 4
6.34
διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ· καὶ * νόον αἱμυλίοις καὶ νέον μη λησης vulg.· νόον Casaubon: αἱμυλίοις Wilam.: παίγνιον αἱμυλίως 〈inter alia〉 Wachs. ἐπιπλήξεσιν ἐγκαταμιγνύς. ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγάλῳ; πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἕτερου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ 〈ὁ〉 σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδʼ ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδʼ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη·
6.35
ἔξεστʼ ἐρωτᾶν πότνιά σʼ ἢ σιγὴν ἔχω; ὑπολαβὼν ἔφη· γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς; στωμύλου δὲ ἀγεννοῦς πράγματα αὐτῷ παρέχοντος ἔφη· ἀκόλασθʼ ὁμιλεῖν γίγνεται δούλων τέκνα. ἄλλου δὲ πολλὰ φλυαροῦντος οὐδὲ τίτθης αὐτὸν χαλεπῆς τετυχηκέναι ἔφη· τισὶ δὲ οὐδὲ ἀπεκρίνετο. πρὸς δὲ τὸν δανειστικὸν καὶ φιλόλογον εἰπόντα τι ἀγνοεῖν, ἔφη· λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκος παρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου τοῦ Σοφοκλέους.