Kitap 3
1.69
Οὕτω δʼ ἐχούσης τῆς ἐκ μέσου τομῆς αὐτῇ προσαρμοζομένης πρὸς τὰ ἔσχατα γινώσκειν τε τὰ ὄντα καὶ ἐναρμόζειν διὰ τὸ ἔχειν ἐν αὑτῇ τὰ στοιχεῖα κατὰ ἁρμονίαν. καὶ γίνεσθαι δόξαν μὲν κατὰ τὸν θατέρου κύκλον ὀρθούμενον, ἐπιστήμην δὲ κατὰ τὸν ταὐτοῦ. δύο δὲ τῶν πάντων ἀπέφηνεν ἀρχάς, θεὸν καὶ ὕλην, ὃν καὶ νοῦν προσαγορεύει καὶ αἴτιον. εἶναι δὲ τὴν ὕλην ἀσχημάτιστον καὶ ἄπειρον, ἐξ ἧς γίνεσθαι τὰ συγκρίματα. ἀτάκτως δέ ποτε αὐτὴν κινουμένην ὑπὸ τοῦ θεοῦ φησιν εἰς ἕνα συναχθῆναι τόπον τάξιν ἀταξίας κρείττονα ἡγησαμένου.
1.70
τραπέσθαι δὲ τὴν οὐσίαν ταύτην εἰς τὰ τέτταρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα, γῆν· ἐξ ὧν αὐτόν τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ γεννᾶσθαι. μόνην δὲ τὴν γῆν ἀμετάβολον εἶναί φησι, νομίζων αἰτίαν τὴν τῶν σχημάτων διαφορὰν ἐξ ὧν σύγκειται. τῶν μὲν γὰρ ἄλλων ὁμογενῆ φησιν εἶναι τὰ σχήματα — ἅπαντα γὰρ ἐξ ἑνὸς συγκεῖσθαι τοῦ προμήκους τριγώνου — τῆς δὲ γῆς ἴδιον εἶναι τὸ σχῆμα· πυρὸς μὲν γὰρ εἶναι στοιχεῖον πυραμίδα, ἀέρος τὸ ὀκτάεδρον, ὕδατος τὸ εἰκοσάεδρον, γῆς δὲ κύβον. ὅθεν μήτε γῆν εἰς ταῦτα μεταβάλλειν, μήτε ταῦτα εἰς γῆν.
1.71
Οὐ διακεκρίσθαι δʼ εἰς τοὺς οἰκείους τόπους ἕκαστον, ὅτι ἡ περιφορὰ σφίγγουσα καὶ πρὸς τὸν μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν.