Kitap 3
1.60
τῆς ἑβδόμης ἡγοῦνται Ἱππίαι δύο — α′ ἢ περὶ τοῦ καλοῦ, β′ ἢ περὶ τοῦ ψεύδους -ἀνατρεπτικοί· Ἴων ἢ περὶ Ἰλιάδος, πειραστικός· Μενέξενος ἢ ἐπιτάφιος, ἠθικός. τῆς ὀγδόης ἡγεῖται Κλειτοφῶν ἢ προτρεπτικός, ἠθικός· Πολιτεία ἢ περὶ δικαίου, πολιτικός· Τίμαιος ἢ περὶ φύσεως, φυσικός· Κριτίας ἢ Ἀτλαντικός, ἠθικός. τῆς ἐνάτης ἡγεῖται Μίνως ἢ περὶ νόμου, πολιτικός· Νόμοι ἢ περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς ἢ νυκτερινὸς σύλλογος ἢ φιλόσοφος, πολιτικός· Ἐπιστολαὶ τρεισκαίδεκα, ἠθικαί —
1.61
ἐν αἷς ἔγραφεν εὖ πράττειν, Ἐπίκουρος δὲ εὖ διάγειν, Κλέων χαίρειν — πρὸς Ἀριστόδημον μία, πρὸς Ἀρχύταν δύο, πρὸς Διονύσιον τέτταρες, πρὸς Ἑρμίαν καὶ Ἔραστον καὶ Κορίσκον μία, πρὸς Λεωδάμαντα μία, πρὸς Δίωνα μία, πρὸς Περδίκκαν μία, πρὸς τοὺς Δίωνος οἰκείους δύο. καὶ οὗτος μὲν οὕτω διαιρεῖ καί τινες.
1.61
Ἔνιοι δέ, ὧν ἐστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους,