Kitap 1
6.90
φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί τίς κεν αἰνήσειε νόῳ πίσυνος Λίνδου ναέταν Κλεόβουλον ἀενάοις ποταμοῖς ἄνθεσί τʼ εἰαρινοῖς ἀελίου τε φλογὶ χρυσέας τε σελάνας καὶ θαλασσαίαισι δίνῃς ἀντιθέντα μένος στάλας; ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ φωτὸς ἅδε βουλά. οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα.
6.90
Φέρεται δʼ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·
6.91
εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι· ἀθάνατοι δέ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι. ἔστι δὲ ὁ ἐνιαυτός.
6.91
Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλʼ ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων