Kitap 1
5.88
ταχὺ λάλει· μανίαν γὰρ ἐμφαίνει. φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε, ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν· βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων.
5.88
Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται, καὶ ὁ δυσάρεστος Ἡράκλειτος μάλιστα αὐτὸν ἐπῄνεσε γράψας· ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων. καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο· οἱ πλεῖστοι κακοί.
Κεφ. σ′. ΚΛΕΟΒΟΥΛΟΣ
6.89
Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ· ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι τε αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν ᾅσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια.
6.89
Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι· χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι. ἔστʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
6.90
ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ, ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.