Thesauros Edebiyat Felsefe Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Kitap 1

3.71 Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, εἴθε, ἔφη, μὴ ἐγεγόνει, ἢ γενομένη κατεβυθίσθη.
3.72 καὶ εὖ προὐνοήσατο. Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξῃ συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῇ νήσῳ· κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὰν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.
3.72 Βραχυλόγος τε ἦν· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. . . . Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. ἐτελεύτησε δʼ, ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὲ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.
3.72 Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν·
3.73 Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον. εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς, οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος. ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τόδε· τόνδε δοριστέφανος Σπάρτα Χίλωνʼ ἐφύτευσεν, ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ. ἀπεφθέγξατο, ἐγγύα, πάρα δʼ ἄτα. ἔστιν αὐτοῦ καὶ ἐπιστόλιον τόδε·
3.73 Χίλων Περιάνδρῳ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi