Kitap 1
1.34
λέγεται δʼ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν· σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι; οἶδε δʼ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων· οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα.
1.34
Τὰ δὲ γεγραμμένα ὑπʼ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δʼ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε· τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν ἀστρολόγων πάντων πρεσβύτατον σοφίᾳ.
1.35
Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι· οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.
1.35
Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ. κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ. μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ. τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα. οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. σὺ οὖν, ἔφη τις, διὰ τί οὐκ ἀποθνήσκεις; ὅτι, ἔφη, οὐδὲν διαφέρει.