903
Ἀθηναῖος
ΑΘ. μὴ τοίνυν τόν γε θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὑτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσιν, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τʼ ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἦν ἐπιμεληθῆναι σμικρῶν ὄντων, μηδαμῇ ἐπιμελεῖσθαι καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.
Κλεινίας
ΚΛ. μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτʼ ἀληθὲς τὸ διανόημα διανοοίμεθʼ ἄν.
Ἀθηναῖος
ΑΘ. δοκοῦμεν δέ μοι νῦν ἤδη μάλιστα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.
Ἀθηναῖος
ΑΘ. τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς· ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν.
5
Κλεινίας
ΚΛ. ποίων, ὠγαθέ;