Ἀθηναῖος
ΑΘ. τούτοις μὲν τοίνυν ἡμῖν τὸ λόγων τέλος ἐχέτω· τὸν δὲ ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον. ὦ ἄριστε δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεούς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ σύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα ἀλλʼ οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις.