888–889
Κλεινίας
ΚΛ. κάλλισθʼ ἡμῖν, ὦ ξένε, μέχρι γε τοῦ νῦν εἴρηται.
Ἀθηναῖος
ΑΘ. παντάπασι μὲν οὖν, ὦ Μέγιλλέ τε καὶ Κλεινία· λελήθαμεν δʼ ἡμᾶς αὐτοὺς εἰς θαυμαστὸν λόγον ἐμπεπτωκότες.
Κλεινίας
ΚΛ. τὸν ποῖον δὴ λέγεις;
Ἀθηναῖος
ΑΘ. τὸν παρὰ πολλοῖς δοξαζόμενον εἶναι σοφώτατον ἁπάντων λόγων.
5
Κλεινίας
ΚΛ. φράζʼ ἔτι σαφέστερον.
Ἀθηναῖος
ΑΘ. λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
Κλεινίας
ΚΛ. οὐκοῦν καλῶς;
Ἀθηναῖος
ΑΘ. εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν· ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα τοὺς ἐκεῖθεν τί ποτε καὶ τυγχάνουσι διανοούμενοι.
Ἀθηναῖος
ΑΘ. ἔοικε, φασίν, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων, πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότερα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.