876
Ἀθηναῖος
ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων· τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον.
Κλεινίας
ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος;
Ἀθηναῖος
ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον.
Κλεινίας
ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις;