Ἀθηναῖος
ΑΘ. ἴωμεν δὴ τὰ μετὰ ταῦτα ἐκεῖσε ὁπόθεν ἐξέβημεν δεῦρο, περαίνοντες τὴν θέσιν τῶν νόμων. ἦν δὲ ἡμῖν κείμενα περί τε τῶν συλώντων, οἶμαι, τοὺς θεοὺς καὶ τὰ περὶ προδοτῶν, ἔτι δὲ τῶν τοὺς νόμους διαφθειρόντων ἐπὶ καταλύσει τῆς παρούσης πολιτείας. τούτων δή τις ἂν ἴσως πράξειέν τι μανείς, ἢ νόσοις ἢ γήρᾳ ὑπερμέτρῳ συνεχόμενος, ἢ παιδίᾳ χρώμενος, οὐδέν πω τῶν τοιούτων διαφέρων· ὧν ἂν γίγνηταί τι φανερὸν τοῖς ἐκλεχθεῖσιν ἑκάστοτε δικασταῖς, ἀναφέροντος τοῦ δράσαντος ἢ τοῦ σκηπτομένου ὑπὲρ τοῦ ποιήσαντος, κριθῇ δὲ οὕτω διατεθεὶς παρανομῆσαι, τὴν μὲν βλάβην ἣν ἄν τινα καταβλάψῃ πάντως ἁπλῆν ἀποτινέτω, τῶν δὲ ἄλλων δικαιωμάτων ἀφείσθω, πλὴν ἂν ἄρα τινὰ ἀποκτείνας μὴ καθαρὸς ᾖ τὰς χεῖρας φόνου· οὕτω δʼ εἰς ἄλλην χώραν καὶ τόπον ἀπελθὼν οἰκείτω τὸν ἐνιαυτὸν ἐκδημῶν, πρότερον δὲ ἐλθὼν τοῦ χρόνου ὃν ὁ νόμος ὥρισεν, ἢ καὶ πάσης ἐπιβὰς τῆς οἰκείας χώρας, ἐν δημοσίῳ δεσμῷ δεθεὶς ὑπὸ τῶν νομοφυλάκων δύο ἐνιαυτούς, οὕτως ἀπαλλαττέσθω τῶν δεσμῶν.