862–863
Ἀθηναῖος
ΑΘ. τὰς τοίνυν ἀδίκους αὖ βλάβας καὶ κέρδη δέ, ἐάν τις ἀδικῶν τινα κερδαίνειν ποιῇ, τούτων ὁπόσα μὲν ἰατά, ὡς οὐσῶν ἐν ψυχῇ νόσων, ἰᾶσθαι· τὸ δὲ τῆς ἰάσεως ἡμῖν τῆς ἀδικίας τῇδε ῥέπειν χρὴ φάναι.
Ἀθηναῖος
ΑΘ. ὅπως ὅτι τις ἂν ἀδικήσῃ μέγα ἢ σμικρόν, ὁ νόμος αὐτὸν διδάξει καὶ ἀναγκάσει τὸ παράπαν εἰς αὖθις τὸ τοιοῦτον ἢ μηδέποτε ἑκόντα τολμῆσαι ποιεῖν ἢ διαφερόντως ἧττον πολύ, πρὸς τῇ τῆς βλάβης ἐκτίσει. ταῦτα εἴτε ἔργοις ἢ λόγοις, ἢ μεθʼ ἡδονῶν ἢ λυπῶν, ἢ τιμῶν ἢ ἀτιμιῶν, καὶ χρημάτων ζημίας ἢ καὶ δώρων, ἢ καὶ τὸ παράπαν ᾧτινι τρόπῳ ποιήσει τις μισῆσαι μὲν τὴν ἀδικίαν, στέρξαι δὲ ἢ μὴ μισεῖν τὴν τοῦ δικαίου φύσιν, αὐτό ἐστιν τοῦτο ἔργον τῶν καλλίστων νόμων. ὃν δʼ ἂν ἀνιάτως εἰς ταῦτα ἔχοντα αἴσθηται νομοθέτης, δίκην τούτοισι καὶ νόμον θήσει τίνα;
5
ΑΘ. γιγνώσκων που τοῖς τοιούτοις πᾶσιν ὡς οὔτε αὐτοῖς ἔτι ζῆν ἄμεινον, τούς τε ἄλλους ἂν διπλῇ ὠφελοῖεν ἀπαλλαττόμενοι τοῦ βίου, παράδειγμα μὲν τοῦ μὴ ἀδικεῖν τοῖς ἄλλοις γενόμενοι, ποιοῦντες δὲ ἀνδρῶν κακῶν ἔρημον τὴν πόλιν, οὕτω δὴ τῶν τοιούτων πέρι νομοθέτῃ κολαστὴν τῶν ἁμαρτημάτων θάνατον ἀνάγκη νέμειν, ἄλλως δὲ οὐδαμῶς.
Κλεινίας
ΚΛ. ἔοικε μέν πως λέγεσθαι τὰ παρὰ σοῦ καὶ μάλα μετρίως, ἥδιον δʼ ἂν ἔτι σαφέστερον ἀκούσαιμεν ταῦτα ῥηθέντα, τὸ τῆς ἀδικίας τε καὶ βλάβης διάφορον καὶ τὸ τῶν ἑκουσίων καὶ ἀκουσίων ὡς ἐν τούτοις διαπεποίκιλται.