837–838
Ἀθηναῖος
ΑΘ. ἔοικά γε, ὅπερ καὶ ἐτόπαζον, τυχεῖν τῆς σῆς, ὦ φίλε, συνῳδίας· τὸν δὲ νόμον ὑμῶν, ὅτι νοεῖ περὶ τὰ τοιαῦτα, οὐδέν με ἐξετάζειν δεῖ, δέχεσθαι δὲ τὴν τῷ λόγῳ συγχώρησιν. Κλεινίᾳ δὲ μετὰ ταῦτα καὶ εἰς αὖθις περὶ αὐτῶν τούτων πειράσομαι ἐπᾴδων πείθειν. τὸ δέ μοι δεδομένον ὑπὸ σφῷν ἴτω, καὶ διεξέλθωμεν πάντως τοὺς νόμους.
Μέγιλλος
ΜΕ. ὀρθότατα λέγεις.
Ἀθηναῖος
ΑΘ. τέχνην δή τινʼ αὖ τούτου τοῦ νόμου τῆς θέσεως ἐν τῷ νῦν παρόντι τὴν μὲν ῥᾳδίαν ἔχω, τὴν δʼ αὖ τινα τρόπον παντάπασιν ὡς οἷόν τε χαλεπωτάτην.
Μέγιλλος
ΜΕ. πῶς δὴ λέγεις;
Ἀθηναῖος
ΑΘ. ἴσμεν που καὶ τὰ νῦν τοὺς πλείστους τῶν ἀνθρώπων, καίπερ παρανόμους ὄντας, ὡς εὖ τε καὶ ἀκριβῶς εἴργονται τῆς τῶν καλῶν συνουσίας οὐκ ἄκοντες, ὡς οἷόν τε δὲ μάλιστα ἑκόντες.
Μέγιλλος
ΜΕ. πότε λέγεις;
Ἀθηναῖος
ΑΘ. ὅταν ἀδελφὸς ἢ ἀδελφή τῳ γένωνται καλοί. καὶ περὶ ὑέος ἢ θυγατρὸς ὁ αὐτὸς νόμος ἄγραφος ὢν ὡς οἷόν τε ἱκανώτατα φυλάττει μήτε φανερῶς μήτε λάθρᾳ συγκαθεύδοντα ἤ πως ἄλλως ἀσπαζόμενον ἅπτεσθαι τούτων· ἀλλʼ οὐδʼ ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς.
5
Μέγιλλος
ΜΕ. ἀληθῆ λέγεις.
Ἀθηναῖος
ΑΘ. οὐκοῦν σμικρὸν ῥῆμα κατασβέννυσι πάσας τὰς τοιαύτας ἡδονάς;
Μέγιλλος
ΜΕ. τὸ ποῖον δὴ λέγεις;