Ἀθηναῖος
ΑΘ. τὰς οὐ πολιτείας ἔγωγε αἰτίας εἶναί φημι ἃς πολλάκις εἴρηκα ἐν τοῖς πρόσθεν λόγοις, δημοκρατίαν καὶ ὀλιγαρχίαν καὶ τυραννίδα. τούτων γὰρ δὴ πολιτεία μὲν οὐδεμία, στασιωτεῖαι δὲ πᾶσαι λέγοιντʼ ἂν ὀρθότατα· ἑκόντων γὰρ ἑκοῦσα οὐδεμία, ἀλλʼ ἀκόντων ἑκοῦσα ἄρχει σὺν ἀεί τινι βίᾳ, φοβούμενος δὲ ἄρχων ἀρχόμενον οὔτε καλὸν οὔτε πλούσιον οὔτε ἰσχυρὸν οὔτʼ ἀνδρεῖον οὔτε τὸ παράπαν πολεμικὸν ἑκὼν ἐάσει γίγνεσθαί ποτε. ταῦτʼ οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δʼ οὖν ὄντως διαφέρει. τὸ δὲ τῆς νῦν πολιτείας, ἣν νομοθετούμενοι λέγομεν, ἐκπέφευγεν ἀμφότερα· σχολήν τε γὰρ ἄγει που μεγίστην, ἐλεύθεροί τε ἀπʼ ἀλλήλων εἰσί, φιλοχρήματοι δὲ ἥκιστʼ ἄν, οἶμαι, γίγνοιντʼ ἂν ἐκ τούτων τῶν νόμων, ὥστʼ εἰκότως ἅμα καὶ κατὰ λόγον ἡ τοιαύτη κατάστασις πολιτείας μόνη δέξαιτʼ ἂν τῶν νῦν τὴν διαπερανθεῖσαν παιδείαν τε ἅμα καὶ παιδιὰν πολεμικήν, ἀποτελεσθεῖσαν ὀρθῶς τῷ λόγῳ.
Ἀθηναῖος
ΑΘ. ἆρʼ οὖν οὐ τούτοις ἐφεξῆς ἐστιν μνησθῆναί ποτε περὶ ἁπάντων τῶν ἀγώνων τῶν γυμνικῶν, ὡς ὅσα μὲν αὐτῶν πρὸς πόλεμόν ἐστιν ἀγωνίσματα ἐπιτηδευτέον καὶ θετέον ἆθλα νικητήρια, ὅσα δὲ μή, χαίρειν ἐατέον; ἃ δʼ ἔστιν, ἐξ ἀρχῆς ἄμεινον ῥηθῆναί τε καὶ νομοθετηθῆναι. καὶ πρῶτον μὲν τὰ περὶ δρόμον καὶ τάχος ὅλως ἆρʼ οὐ θετέον;
Ἀθηναῖος
ΑΘ. ἔστι γοῦν πάντων πολεμικώτατον ἡ σώματος ὀξύτης πάντως, ἡ μὲν ἀπὸ τῶν ποδῶν, ἡ δὲ καὶ ἀπὸ τῶν χειρῶν· φυγεῖν μὲν καὶ ἑλεῖν ἡ τῶν ποδῶν, ἡ δʼ ἐν ταῖς συμπλοκαῖς μάχη καὶ σύστασις ἰσχύος καὶ ῥώμης δεομένη.