Ἀθηναῖος
ΑΘ. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας, κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δέ, διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας, εἰ μηδενὸς ἕνεκα, ἀλλʼ εἴ ποτε δεήσειε πανδημεὶ πάσῃ τῇ δυνάμει καταλείποντας τὴν πόλιν ἔξω στρατεύεσθαι, τοὺς φυλάξοντας παῖδάς τε καὶ τὴν ἄλλην πόλιν ἱκανοὺς εἶναι τό γε τοσοῦτον, ἢ καὶ τοὐναντίον, ὧν οὐδὲν ἀπώμοτον, ἔξωθεν πολεμίους εἰσπεσόντας ῥώμῃ τινὶ μεγάλῃ καὶ βίᾳ, βαρβάρους εἴτε Ἕλληνας, ἀνάγκην παρασχεῖν περὶ αὐτῆς τῆς πόλεως τὴν διαμάχην γίγνεσθαι, πολλή που κακία πολιτείας οὕτως αἰσχρῶς τὰς γυναῖκας εἶναι τεθραμμένας, ὡς μηδʼ ὥσπερ ὄρνιθας περὶ τέκνων μαχομένας πρὸς ὁτιοῦν τῶν ἰσχυροτάτων θηρίων ἐθέλειν ἀποθνῄσκειν τε καὶ πάντας κινδύνους κινδυνεύειν, ἀλλʼ εὐθὺς πρὸς ἱερὰ φερομένας, πάντας βωμούς τε καὶ ναοὺς ἐμπιμπλάναι, καὶ δόξαν τοῦ τῶν ἀνθρώπων γένους καταχεῖν ὡς πάντων δειλότατον φύσει θηρίων ἐστίν.
Κλεινίας
ΚΛ. οὐ μὰ τὸν Δία, ὦ ξένε, οὐδαμῶς εὔσχημον γίγνοιτʼ ἄν, τοῦ κακοῦ χωρίς, τοῦτο ἐν πόλει ὅπου γίγνοιτο.
Ἀθηναῖος
ΑΘ. οὐκοῦν τιθῶμεν τὸν νόμον τοῦτον, μέχρι γε τοσούτου μὴ ἀμελεῖσθαι τὰ περὶ τὸν πόλεμον γυναιξὶν δεῖν, ἐπιμελεῖσθαι δὲ πάντας τοὺς πολίτας καὶ τὰς πολίτιδας;