Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

317

Σωκράτης
ΣΩ. ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστήμονας τοὺς τοῦτο ποιοῦντας; 15
Ἑταῖρος
ΕΤ. ἀνεπιστήμονας.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. ὃ δʼ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο νόμιμον εἶναι;
Ἑταῖρος
ΕΤ. οὐκέτι. 20
Σωκράτης
ΣΩ. ἄνομον ἄρα γίγνεται.
Ἑταῖρος
ΕΤ. ἀνάγκη.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἔστιν γὰρ ἄνομον.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὕρεσιν. 25
Ἑταῖρος
ΕΤ. φαίνεται.
Σωκράτης
ΣΩ. ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα. τίς ἐπιστήμων διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα;
Ἑταῖρος
ΕΤ. γεωργός.
Σωκράτης
ΣΩ. οὗτος δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει;
Ἑταῖρος
ΕΤ. ναί. 30
Σωκράτης
ΣΩ. ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαί εἰσιν;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἄξια νεῖμαι; καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν;
Ἑταῖρος
ΕΤ. οἱ τοῦ αὐλητοῦ καὶ τοῦ κιθαριστοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi