Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

316–317

Σωκράτης
ΣΩ. ἐπίστανται δʼ οἱ κηπουροί.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;
Ἑταῖρος
ΕΤ. μαγείρων. 45
Σωκράτης
ΣΩ. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;
Ἑταῖρος
ΕΤ. μαγειρικοί.
Σωκράτης
ΣΩ. τῶν ἐπισταμένων, ὡς ἔοικεν, ὄψου σκευασίας ἄρχειν;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι;
Ἑταῖρος
ΕΤ. ἐπίστανται γάρ.
Σωκράτης
ΣΩ. εἶεν· τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν; ἆρʼ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν; 5
Ἑταῖρος
ΕΤ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί;
Ἑταῖρος
ΕΤ. οὗτοι μὲν οὖν.
Σωκράτης
ΣΩ. πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν ἀγαθῶν συγγράμματα.
Ἑταῖρος
ΕΤ. ἀληθῆ λέγεις. 10
Σωκράτης
ΣΩ. ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα συγγράψουσι περὶ τῶν αὐτῶν;
Ἑταῖρος
ΕΤ. οὔ.
Σωκράτης
ΣΩ. οὐδὲ μεταθήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα;
Ἑταῖρος
ΕΤ. οὐ δῆτα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi