Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

316

Σωκράτης
ΣΩ. οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;
Ἑταῖρος
ΕΤ. φημί.
Σωκράτης
ΣΩ. πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;
Ἑταῖρος
ΕΤ. ταὐτὰ ἔμοιγε δοκοῦσι. 25
Σωκράτης
ΣΩ. πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;
Ἑταῖρος
ΕΤ. ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.
Σωκράτης
ΣΩ. καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;
Ἑταῖρος
ΕΤ. ναί, καὶ ἀεί.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ καὶ νομίζουσιν εἶναι; 30
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.
Ἑταῖρος
ΕΤ. ἰατρικὰ μέντοι.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;
Ἑταῖρος
ΕΤ. ναί. 35
Σωκράτης
ΣΩ. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;
Ἑταῖρος
ΕΤ. κηπουρῶν.
Σωκράτης
ΣΩ. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τῶν ἐπισταμένων κήπων ἄρχειν; 40
Ἑταῖρος
ΕΤ. πῶς δʼ οὔ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi