Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

316

Σωκράτης
ΣΩ. οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἐν Πέρσαις;
Ἑταῖρος
ΕΤ. καὶ ἐν Πέρσαις. 5
Σωκράτης
ΣΩ. ἀλλὰ ἀεὶ δήπου;
Ἑταῖρος
ΕΤ. ἀεί.
Σωκράτης
ΣΩ. πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;
Ἑταῖρος
ΕΤ. οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ; 10
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.
Ἑταῖρος
ΕΤ. οὕτως.
Σωκράτης
ΣΩ. οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.
Ἑταῖρος
ΕΤ. ἔμοιγε δοκεῖ. 15
Σωκράτης
ΣΩ. ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.
Ἑταῖρος
ΕΤ. οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.
Σωκράτης
ΣΩ. ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν. ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων;
Ἑταῖρος
ΕΤ. ἔγωγε.
Σωκράτης
ΣΩ. οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα; 20
Ἑταῖρος
ΕΤ. οἶδα, ὅτι ἰατρικῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi