314
Σωκράτης
ΣΩ. τί δῆτʼ ἂν εἴη νόμος; ἐπισκεψώμεθʼ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ἐπειδὴ ὄψει φατὲ τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα· εἰ δʼ αὖ ἤρετο ἡμᾶς, τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ; ἀπεκρινάμεθʼ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται; πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων· ἦ γάρ;
Σωκράτης
ΣΩ. τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;
Ἑταῖρος
ΕΤ. τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
Σωκράτης
ΣΩ. δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.
5
Σωκράτης
ΣΩ. καὶ ἴσως καλῶς λέγεις· τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;
Σωκράτης
ΣΩ. οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;
Σωκράτης
ΣΩ. τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;
Σωκράτης
ΣΩ. οἱ δὲ ἄνομοι ἀνομίᾳ ἄνομοι;
15
Σωκράτης
ΣΩ. οἱ δὲ νόμιμοι δίκαιοι;
Σωκράτης
ΣΩ. οἱ δὲ ἄνομοι ἄδικοι;