Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

321

Σωκράτης
ΣΩ. φέρε δὴ πρὸς Διὸς φιλίου· εἴ τις ἡμᾶς ἔροιτο, ὁ τῷ σώματι ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς τί ἐστιν ταῦτα ἃ διανέμων ἐπὶ τὸ σῶμα βέλτιον αὐτὸ ποιεῖ, εἴποιμεν ἂν καλῶς τε καὶ διὰ βραχέων ἀποκρινόμενοι, ὅτι τροφήν τε καὶ πόνους, τῇ μὲν αὔξων, τοῖς δὲ γυμνάζων καὶ συνιστὰς τὸ σῶμα αὐτό.
Ἑταῖρος
ΕΤ. ὀρθῶς γε.
Σωκράτης
ΣΩ. εἰ οὖν δὴ μετὰ τοῦτο ἔροιτο ἡμᾶς, τί δὲ δή ποτε ἐκεῖνά ἐστιν, ἃ ὁ ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς διανέμων ἐπὶ τὴν ψυχὴν βελτίω αὐτὴν ποιεῖ; τί ἂν ἀποκρινάμενοι οὐκ ἂν αἰσχυνθεῖμεν καὶ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς ἡλικίας αὑτῶν;
Ἑταῖρος
ΕΤ. οὐκέτι τοῦτʼ ἔχω εἰπεῖν. 10
Σωκράτης
ΣΩ. ἀλλὰ μέντοι αἰσχρόν γε τῇ ψυχῇ ἡμῶν ἐστιν ἑκατέρου, τὰ μὲν ἐν αὐταῖς φαίνεσθαι μὴ εἰδυίας, ἐν οἷς αὐταῖς ἔνεστι καὶ τὸ ἀγαθὸν καὶ τὸ φλαῦρον, τὰ δὲ τοῦ σώματος καὶ τὰ τῶν ἄλλων ἐσκέφθαι.
← Önceki bölüm 321 · 1 / 1

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi