Thesauros Edebiyat Felsefe Μίνως

Μίνως

Μίνως Plato

317–318

Σωκράτης
ΣΩ. ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος. 35
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τίς δὲ τὴν τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος; οὐχ ὅσπερ τὴν ἀξίαν;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. αἱ τούτου ἄρα διανομαὶ καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος, καὶ νομεὺς ἄριστος.
Ἑταῖρος
ΕΤ. πάνυ γε. 40
Σωκράτης
ΣΩ. τίς οὗτος;
Ἑταῖρος
ΕΤ. παιδοτρίβης.
Σωκράτης
ΣΩ. οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος;
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ;
Ἑταῖρος
ΕΤ. ποιμήν. 5
Σωκράτης
ΣΩ. οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί.
Ἑταῖρος
ΕΤ. ναί.
Σωκράτης
ΣΩ. οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι. 10
Ἑταῖρος
ΕΤ. φημὶ δή.
Σωκράτης
ΣΩ. καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομοθέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλʼ ἐγὼ βούλει σε ὑπομνήσω;
Ἑταῖρος
ΕΤ. πάνυ μὲν οὖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi