Thesauros Edebiyat Felsefe Μενέξενος

Μενέξενος

Μενέξενος Plato

249

Μενέξενος
ΜΕΝ. νὴ Δία, ὦ Σώκρατες, μακαρίαν γε λέγεις τὴν Ἀσπασίαν, εἰ γυνὴ οὖσα τοιούτους λόγους οἵα τʼ ἐστὶ συντιθέναι.
Σωκράτης
ΣΩ. ἀλλʼ εἰ μὴ πιστεύεις, ἀκολούθει μετʼ ἐμοῦ, καὶ ἀκούσῃ αὐτῆς λεγούσης.
Μενέξενος
ΜΕΝ. πολλάκις, ὦ Σώκρατες, ἐγὼ ἐντετύχηκα Ἀσπασίᾳ, καὶ οἶδα οἵα ἐστίν.
Σωκράτης
ΣΩ. τί οὖν; οὐκ ἄγασαι αὐτὴν καὶ νῦν χάριν ἔχεις τοῦ λόγου αὐτῇ; 5
Μενέξενος
ΜΕΝ. καὶ πολλήν γε, ὦ Σώκρατες, ἐγὼ χάριν ἔχω τούτου τοῦ λόγου ἐκείνῃ ἢ ἐκείνῳ ὅστις σοι ὁ εἰπών ἐστιν αὐτόν· καὶ πρός γε ἄλλων πολλῶν χάριν ἔχω τῷ εἰπόντι.
Σωκράτης
ΣΩ. εὖ ἂν ἔχοι· ἀλλʼ ὅπως μου μὴ κατερεῖς, ἵνα καὶ αὖθίς σοι πολλοὺς καὶ καλοὺς λόγους παρʼ αὐτῆς πολιτικοὺς ἀπαγγέλλω.
Μενέξενος
ΜΕΝ. θάρρει, οὐ κατερῶ· μόνον ἀπάγγελλε.
Σωκράτης
ΣΩ. ἀλλὰ ταῦτʼ ἔσται.
← Önceki bölüm 249 · 1 / 1

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi