Thesauros Edebiyat Felsefe Ἴων

Ἴων

Ἴων Plato

540

Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;
Ἴων
ΙΩΝ. ναί. 5
Σωκράτης
ΣΩ. οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.
Ἴων
ΙΩΝ. πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;
Ἴων
ΙΩΝ. ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.
Σωκράτης
ΣΩ. ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης; 10
Ἴων
ΙΩΝ. οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
Σωκράτης
ΣΩ. ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;
Ἴων
ΙΩΝ. οὐδὲ τοῦτο.
Σωκράτης
ΣΩ. ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;
Ἴων
ΙΩΝ. ναί. 15
Σωκράτης
ΣΩ. οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;
Ἴων
ΙΩΝ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων ἐργασίας;
Ἴων
ΙΩΝ. οὔ.
Σωκράτης
ΣΩ. ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι; 20
Ἴων
ΙΩΝ. ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.
Σωκράτης
ΣΩ. τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;
Ἴων
ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi