Thesauros Edebiyat Felsefe Ἴων

Ἴων

Ἴων Plato

537–538

Σωκράτης
ΣΩ. οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.
Ἴων
ΙΩΝ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δʼ ἑτέραν;
Ἴων
ΙΩΝ. ναί.
Σωκράτης
ΣΩ. ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δʼ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην τέχνην, οὕτω καὶ σύ; 15
Ἴων
ΙΩΝ. ναί.
Σωκράτης
ΣΩ. εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δʼ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπʼ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.
Ἴων
ΙΩΝ. ναί.
Σωκράτης
ΣΩ. ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.
Ἴων
ΙΩΝ. οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;
Ἴων
ΙΩΝ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος; 5
Ἴων
ΙΩΝ. Ἡνίοχος.
Σωκράτης
ΣΩ. Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.
Ἴων
ΙΩΝ. ναί.
Σωκράτης
ΣΩ. ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;
Ἴων
ΙΩΝ. ναί. 10
Σωκράτης
ΣΩ. εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.
Ἴων
ΙΩΝ. ναί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi