Thesauros Edebiyat Felsefe Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

366

Σωκράτης
ΣΩ. ἄλλους δὲ τοὺς ἀληθεῖς τε καὶ ψευδεῖς, καὶ ἐναντιωτάτους ἀλλήλοις;
Ἱππίας
ΙΠ. λέγω ταῦτα. 5
Σωκράτης
ΣΩ. φέρε δή· τῶν μὲν δυνατῶν τινες καὶ σοφῶν, ὡς ἔοικεν, εἰσὶν οἱ ψευδεῖς κατὰ τὸν σὸν λόγον.
Ἱππίας
ΙΠ. μάλιστά γε.
Σωκράτης
ΣΩ. ὅταν δὲ λέγῃς δυνατοὺς καὶ σοφοὺς εἶναι τοὺς ψευδεῖς εἰς αὐτὰ ταῦτα, πότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;
Ἱππίας
ΙΠ. δυνατοὺς ἔγωγε.
Σωκράτης
ΣΩ. ὡς ἐν κεφαλαίῳ ἄρα εἰρῆσθαι, οἱ ψευδεῖς εἰσιν οἱ σοφοί τε καὶ δυνατοὶ ψεύδεσθαι. 10
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. ἀδύνατος ἄρα ψεύδεσθαι ἀνὴρ καὶ ἀμαθὴς οὐκ ἂν εἴη ψευδής.
Ἱππίας
ΙΠ. ἔχει οὕτως.
Σωκράτης
ΣΩ. δυνατὸς δέ γʼ ἐστὶν ἕκαστος ἄρα, ὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται, ὅταν βούληται· οὐχ ὑπὸ νόσου λέγω ἐξειργόμενον οὐδὲ τῶν τοιούτων, ἀλλὰ ὥσπερ σὺ δυνατὸς εἶ γράψαι τοὐμὸν ὄνομα ὅταν βούλῃ, οὕτω λέγω. ἢ οὐχ, ὃς ἂν οὕτως ἔχῃ, καλεῖς σὺ δυνατόν;
Ἱππίας
ΙΠ. ναί. 15
Σωκράτης
ΣΩ. λέγε δή μοι, ὦ Ἱππία, οὐ σὺ μέντοι ἔμπειρος εἶ λογισμῶν καὶ λογιστικῆς;
Ἱππίας
ΙΠ. πάντων μάλιστα, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ μάλιστʼ ἂν εἴποις τἀληθῆ περὶ τούτου;
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα; 20
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά;
Ἱππίας
ΙΠ. καὶ ἄριστος δήπου, ὦ Σώκρατες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi