Thesauros Edebiyat Felsefe Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

374–375

Σωκράτης
ΣΩ. τί δέ; ἀμβλυωπία οὐ πονηρία ὀφθαλμῶν; 25
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. ποτέρους οὖν ἂν βούλοιο ὀφθαλμοὺς κεκτῆσθαι καὶ ποτέροις συνεῖναι; οἷς ἑκὼν ἄν τις ἀμβλυώττοι καὶ παρορῴη ἢ οἷς ἄκων;
Ἱππίας
ΙΠ. οἷς ἑκών.
Σωκράτης
ΣΩ. βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως;
Ἱππίας
ΙΠ. τὰ γοῦν τοιαῦτα. 30
Σωκράτης
ΣΩ. οὐκοῦν πάντα, οἷον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις, εἷς λόγος συνέχει, τὰς μὲν ἀκόντως κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας, τὰς δὲ ἑκουσίως κτητὰς ὡς ἀγαθὰς οὔσας.
Ἱππίας
ΙΠ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. τί δέ; ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οἷς ἑκών τις κακὰ ἐργάζεται ἢ οἷς ἄκων; οἷον πηδάλιον ᾧ ἄκων κακῶς τις κυβερνήσει βέλτιον ἢ ᾧ ἑκών;
Ἱππίας
ΙΠ. ὧι ἑκών.
Σωκράτης
ΣΩ. οὐ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τἆλλα σύμπαντα; 35
Ἱππίας
ΙΠ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων;
Ἱππίας
ΙΠ. ἧι ἑκών.
Σωκράτης
ΣΩ. ἀμείνων ἄρα ἐστίν.
Ἱππίας
ΙΠ. ναί. 5
Σωκράτης
ΣΩ. τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως;
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων;
Ἱππίας
ΙΠ. ναί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi