Thesauros Edebiyat Felsefe Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

374

Σωκράτης
ΣΩ. πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταβάλλειν; 5
Ἱππίας
ΙΠ. τὸ πίπτειν.
Σωκράτης
ΣΩ. καὶ ἐν πάλῃ ἄρα ὁ ἑκὼν τὰ πονηρὰ καὶ αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἢ ὁ ἄκων.
Ἱππίας
ΙΠ. ἔοικεν.
Σωκράτης
ΣΩ. τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρείᾳ; οὐχ ὁ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ, καὶ τὰ αἰσχρὰ καὶ τὰ καλά· ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὁ βελτίων τὸ σῶμα, ὁ δὲ πονηρότερος ἄκων;
Ἱππίας
ΙΠ. ἔοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν. 10
Σωκράτης
ΣΩ. τί δὲ κατʼ εὐσχημοσύνην, ὦ Ἱππία; οὐ τοῦ βελτίονος σώματός ἐστιν ἑκόντος τὰ αἰσχρὰ καὶ πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἄκοντος; ἢ πῶς σοι δοκεῖ;
Ἱππίας
ΙΠ. οὕτως.
Σωκράτης
ΣΩ. καὶ ἀσχημοσύνη ἄρα ἡ μὲν ἑκούσιος πρὸς ἀρετῆς ἐστιν, ἡ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος.
Ἱππίας
ΙΠ. φαίνεται.
Σωκράτης
ΣΩ. τί δὲ φωνῆς πέρι λέγεις; ποτέραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπᾴδουσαν ἢ τὴν ἀκουσίως; 15
Ἱππίας
ΙΠ. τὴν ἑκουσίως.
Σωκράτης
ΣΩ. μοχθηροτέραν δὲ τὴν ἀκουσίως;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. δέξαιο δʼ ἂν πότερον τἀγαθὰ κεκτῆσθαι ἢ τὰ κακά;
Ἱππίας
ΙΠ. τἀγαθά. 20
Σωκράτης
ΣΩ. πότερον οὖν ἂν δέξαιο πόδας κεκτῆσθαι ἑκουσίως χωλαίνοντας ἢ ἀκουσίως;
Ἱππίας
ΙΠ. ἑκουσίως.
Σωκράτης
ΣΩ. χωλεία δὲ ποδῶν οὐχὶ πονηρία καὶ ἀσχημοσύνη ἐστίν;
Ἱππίας
ΙΠ. ναί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi