Thesauros Edebiyat Felsefe Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

283–284

Σωκράτης
ΣΩ. τέρας λέγεις καὶ θαυμαστόν, ὦ Ἱππία. καί μοι εἰπέ· πότερον ἡ σοφία ἡ σὴ οὐχ οἵα τοὺς συνόντας αὐτῇ καὶ μανθάνοντας εἰς ἀρετὴν βελτίους ποιεῖν; 5
Ἱππίας
ΙΠ. καὶ πολύ γε, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἀλλὰ τοὺς μὲν Ἰνυκίνων ὑεῖς οἷός τε ἦσθα ἀμείνους ποιῆσαι, τοὺς δὲ Σπαρτιατῶν ἠδυνάτεις;
Ἱππίας
ΙΠ. πολλοῦ γε δέω.
Σωκράτης
ΣΩ. ἀλλὰ δῆτα Σικελιῶται μὲν ἐπιθυμοῦσιν ἀμείνους γίγνεσθαι, Λακεδαιμόνιοι δʼ οὔ;
Ἱππίας
ΙΠ. πάντως γέ που, ὦ Σώκρατες, καὶ Λακεδαιμόνιοι. 10
Σωκράτης
ΣΩ. ἆρʼ οὖν χρημάτων ἐνδείᾳ ἔφευγον τὴν σὴν ὁμιλίαν;
Ἱππίας
ΙΠ. οὐ δῆτα, ἐπεὶ ἱκανὰ αὐτοῖς ἐστιν.
Σωκράτης
ΣΩ. τί δῆτʼ ἂν εἴη ὅτι ἐπιθυμοῦντες καὶ ἔχοντες χρήματα, καὶ σοῦ δυναμένου τὰ μέγιστα αὐτοὺς ὠφελεῖν, οὐ πλήρη σε ἀργυρίου ἀπέπεμψαν; ἀλλʼ ἐκεῖνο, μῶν μὴ Λακεδαιμόνιοι σοῦ βέλτιον ἂν παιδεύσειαν τοὺς αὑτῶν παῖδας; ἢ τοῦτο φῶμεν οὕτω, καὶ σὺ συγχωρεῖς;
Ἱππίας
ΙΠ. οὐδʼ ὁπωστιοῦν.
Σωκράτης
ΣΩ. πότερον οὖν τοὺς νέους οὐχ οἷός τʼ ἦσθα πείθειν ἐν Λακεδαίμονι ὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοῖεν ἢ τοῖς ἑαυτῶν, ἢ τοὺς ἐκείνων πατέρας ἠδυνάτεις πείθειν ὅτι σοὶ χρὴ παραδιδόναι μᾶλλον ἢ αὐτοὺς ἐπιμελεῖσθαι, εἴπερ τι τῶν ὑέων κήδονται; οὐ γάρ που ἐφθόνουν γε τοῖς ἑαυτῶν παισὶν ὡς βελτίστοις γενέσθαι. 15
Ἱππίας
ΙΠ. οὐκ οἶμαι ἔγωγε φθονεῖν.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν εὔνομός γʼ ἡ Λακεδαίμων.
Ἱππίας
ΙΠ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. ἐν δέ γε ταῖς εὐνόμοις πόλεσιν τιμιώτατον ἡ ἀρετή.
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. σὺ δὲ ταύτην παραδιδόναι ἄλλῳ κάλλιστʼ ἀνθρώπων ἐπίστασαι.
Ἱππίας
ΙΠ. καὶ πολύ γε, ὦ Σώκρατες. 5
Σωκράτης
ΣΩ. ὁ οὖν κάλλιστʼ ἐπιστάμενος ἱππικὴν παραδιδόναι ἆρʼ οὐκ ἂν ἐν Θετταλίᾳ τῆς Ἑλλάδος μάλιστα τιμῷτο καὶ πλεῖστα χρήματα λαμβάνοι, καὶ ἄλλοθι ὅπου τοῦτο σπουδάζοιτο;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi