Thesauros Edebiyat Felsefe Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

302

Σωκράτης
ΣΩ. ἐξαρκεῖ, ὦ Ἱππία· ἀγαπητὰ γὰρ καὶ ταῦτα, ἐπειδὴ τὰ μὲν οὕτω φαίνεται, τὰ δʼ οὐχ οὕτως ἔχοντα. καὶ γὰρ ἐγὼ ἔλεγον, εἰ μέμνησαι ὅθεν οὗτος ὁ λόγος ἐλέχθη, ὅτι ἡ διὰ τῆς ὄψεως καὶ ἀκοῆς ἡδονὴ οὐ τούτῳ εἶεν καλαί, ὅτι τυγχάνοιεν ἑκατέρα μὲν αὐτῶν εἶναι πεπονθυῖα, ἀμφότεραι δὲ μή, ἢ ἀμφότεραι μέν, ἑκατέρα δὲ μή, ἀλλʼ ἐκείνῳ ᾧ ἀμφότεραί τε καὶ ἑκατέρα, διότι συνεχώρεις ἀμφοτέρας τε αὐτὰς εἶναι καλὰς καὶ ἑκατέραν. τούτου δὴ ἕνεκα τῇ οὐσίᾳ τῇ ἐπʼ ἀμφότερα ἑπομένῃ ᾤμην, εἴπερ ἀμφότερά ἐστι καλά, ταύτῃ δεῖν αὐτὰ καλὰ εἶναι, τῇ δὲ κατὰ τὰ ἕτερα ἀπολειπομένῃ μή· καὶ ἔτι νῦν οἴομαι. ἀλλά μοι λέγε, ὥσπερ ἐξ ἀρχῆς· ἡ διʼ ὄψεως ἡδονὴ καὶ ἡ διʼ ἀκοῆς, εἴπερ ἀμφότεραί τʼ εἰσὶ καλαὶ καὶ ἑκατέρα, ἆρα καὶ ὃ ποιεῖ αὐτὰς καλὰς οὐχὶ καὶ ἀμφοτέραις γε αὐταῖς ἕπεται καὶ ἑκατέρᾳ;
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν ὅτι ἡδονὴ ἑκατέρα τʼ ἐστὶ καὶ ἀμφότεραι, διὰ τοῦτο ἂν εἶεν καλαί; ἢ διὰ τοῦτο μὲν καὶ αἱ ἄλλαι πᾶσαι ἂν οὐδὲν τούτων ἧττον εἶεν καλαί; οὐδὲν γὰρ ἧττον ἡδοναὶ ἐφάνησαν οὖσαι, εἰ μέμνησαι. 15
Ἱππίας
ΙΠ. μέμνημαι.
Σωκράτης
ΣΩ. ἀλλʼ ὅτι γε διʼ ὄψεως καὶ ἀκοῆς αὗταί εἰσι, διὰ τοῦτο ἐλέγετο καλὰς αὐτὰς εἶναι.
Ἱππίας
ΙΠ. καὶ ἐρρήθη οὕτως.
Σωκράτης
ΣΩ. σκόπει δὲ εἰ ἀληθῆ λέγω. ἐλέγετο γάρ, ὡς ἐγὼ μνήμης ἔχω, τοῦτʼ εἶναι καλὸν τὸ ἡδύ, οὐ πᾶν, ἀλλʼ ὃ ἂν διʼ ὄψεως καὶ ἀκοῆς ᾖ.
Ἱππίας
ΙΠ. ἀληθῆ. 20
Σωκράτης
ΣΩ. οὐκοῦν τοῦτό γε τὸ πάθος ἀμφοτέραις μὲν ἕπεται, ἑκατέρᾳ δʼ οὔ; οὐ γάρ που ἑκάτερόν γε αὐτῶν, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγετο, διʼ ἀμφοτέρων ἐστίν, ἀλλʼ ἀμφότερα μὲν διʼ ἀμφοῖν, ἑκάτερον δʼ οὔ· ἔστι ταῦτα;
Ἱππίας
ΙΠ. ἔστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi