Thesauros Edebiyat Felsefe Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

296–297

Σωκράτης
ΣΩ. τί οὖν; ταύτην τὴν δύναμιν καὶ ταῦτα τὰ χρήσιμα, ἃ ἂν ᾖ ἐπὶ τὸ κακόν τι ἐργάζεσθαι χρήσιμα, ἆρα φήσομεν ταῦτα εἶναι καλά, ἢ πολλοῦ δεῖ;
Ἱππίας
ΙΠ. πολλοῦ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐκ ἄρα, ὦ Ἱππία, τὸ δυνατόν τε καὶ τὸ χρήσιμον ἡμῖν, ὡς ἔοικεν, ἐστὶ τὸ καλόν.
Ἱππίας
ΙΠ. ἐάν γε, ὦ Σώκρατες, ἀγαθὰ δύνηται καὶ ἐπὶ τοιαῦτα χρήσιμον ᾖ.
Σωκράτης
ΣΩ. ἐκεῖνο μὲν τοίνυν οἴχεται, τὸ δυνατόν τε καὶ χρήσιμον ἁπλῶς εἶναι καλόν· ἀλλʼ ἄρα τοῦτʼ ἦν ἐκεῖνο, ὦ Ἱππία, ὃ ἐβούλετο ἡμῶν ἡ ψυχὴ εἰπεῖν, ὅτι τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἐπὶ τὸ ἀγαθόν τι ποιῆσαι, τοῦτʼ ἐστὶ τὸ καλόν; 20
Ἱππίας
ΙΠ. ἔμοιγε δοκεῖ.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ὠφέλιμόν ἐστιν. ἢ οὔ;
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὕτω δὴ καὶ τὰ καλὰ σώματα καὶ τὰ καλὰ νόμιμα καὶ ἡ σοφία καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα καλά ἐστιν, ὅτι ὠφέλιμα.
Ἱππίας
ΙΠ. δῆλον ὅτι. 25
Σωκράτης
ΣΩ. τὸ ὠφέλιμον ἄρα ἔοικεν ἡμῖν εἶναι τὸ καλόν, ὦ Ἱππία.
Ἱππίας
ΙΠ. πάντως δήπου, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν τό γε ὠφέλιμον τὸ ποιοῦν ἀγαθόν ἐστιν.
Ἱππίας
ΙΠ. ἔστι γάρ.
Σωκράτης
ΣΩ. τὸ ποιοῦν δέ γʼ ἐστὶν οὐκ ἄλλο τι ἢ τὸ αἴτιον· ἦ γάρ; 30
Ἱππίας
ΙΠ. οὕτως.
Σωκράτης
ΣΩ. τοῦ ἀγαθοῦ ἄρα αἴτιόν ἐστιν τὸ καλόν.
Ἱππίας
ΙΠ. ἔστι γάρ.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν τό γε αἴτιον, ὦ Ἱππία, καὶ οὗ ἂν αἴτιον ᾖ τὸ αἴτιον, ἄλλο ἐστίν· οὐ γάρ που τό γε αἴτιον αἰτίου αἴτιον ἂν εἴη. ὧδε δὲ σκόπει· οὐ τὸ αἴτιον ποιοῦν ἐφάνη;
Ἱππίας
ΙΠ. πάνυ γε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi