Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato

95–96

Σωκράτης
ΣΩ. ἐν τοῖς ἐλεγείοις, οὗ λέγει— καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις. ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. Theognis 33-36 Bergk οἶσθ᾽ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει;
Μένων
ΜΕΝ. φαίνεταί γε. 15
Σωκράτης
ΣΩ. ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς,— εἰ δʼ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα, λέγει πως ὅτι— πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ— οὔ ποτʼ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός, πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρʼ ἀγαθόν. Theognis 434-438 Bergk ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει;
Μένων
ΜΕΝ. φαίνεται.
Σωκράτης
ΣΩ. ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλʼ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;
Μένων
ΜΕΝ. μὰ Δίʼ οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε; 5
Μένων
ΜΕΝ. οὔ μοι δοκεῖ.
Σωκράτης
ΣΩ. εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;
Μένων
ΜΕΝ. δοκεῖ μοι ἔχειν ὡς λέγεις.
Σωκράτης
ΣΩ. ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;
Μένων
ΜΕΝ. ὡμολογήκαΜΕΝ. 10
Σωκράτης
ΣΩ. οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi