Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato

83

Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ; 25
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ τοσησδί; ἢ οὔ;
Παῖς
ΠΑΙ. ἔμοιγε δοκεῖ οὕτω.
Σωκράτης
ΣΩ. καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;
Παῖς
ΠΑΙ. ναί. 30
Σωκράτης
ΣΩ. δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.
Παῖς
ΠΑΙ. δεῖ.
Σωκράτης
ΣΩ. πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.
Παῖς
ΠΑΙ. τρίποδα.
Σωκράτης
ΣΩ. οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς. 35
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;
Παῖς
ΠΑΙ. φαίνεται.
Σωκράτης
ΣΩ. τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;
Παῖς
ΠΑΙ. ἐννέα. 40
Σωκράτης
ΣΩ. ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;
Παῖς
ΠΑΙ. ὀκτώ.
Σωκράτης
ΣΩ. οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi