Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato

83

Παῖς
ΠΑΙ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται γένωνται; 5
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;
Παῖς
ΠΑΙ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;
Παῖς
ΠΑΙ. ναί. 10
Σωκράτης
ΣΩ. πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;
Παῖς
ΠΑΙ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;
Παῖς
ΠΑΙ. οὐ μὰ Δία.
Σωκράτης
ΣΩ. ἀλλὰ ποσαπλάσιον; 15
Παῖς
ΠΑΙ. τετραπλάσιον.
Σωκράτης
ΣΩ. ἀπὸ τῆς διπλασίας ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.
Παῖς
ΠΑΙ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;
Παῖς
ΠΑΙ. ναί. 20
Σωκράτης
ΣΩ. ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;
Παῖς
ΠΑΙ. φημί.
Σωκράτης
ΣΩ. τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi