Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato

82–83

Παῖς
ΠΑΙ. γίγνεται. 20
Σωκράτης
ΣΩ. δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.
Παῖς
ΠΑΙ. τέτταρες, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο; 25
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. πόσων οὖν ἔσται ποδῶν;
Παῖς
ΠΑΙ. ὀκτώ.
Σωκράτης
ΣΩ. φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;
Παῖς
ΠΑΙ. δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία. 30
Σωκράτης
ΣΩ. ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;
Μένων
ΜΕΝ. ἔμοιγε.
Σωκράτης
ΣΩ. οἶδεν οὖν;
Μένων
ΜΕΝ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οἴεται δέ γε ἀπὸ τῆς διπλασίας; 35
Μένων
ΜΕΝ. ναί.
Σωκράτης
ΣΩ. θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.
Παῖς
ΠΑΙ. ἔμοιγε.
Σωκράτης
ΣΩ. οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi