Thesauros Edebiyat Felsefe Μένων

Μένων

Μένων Plato

76–77

Σωκράτης
ΣΩ. ὅτι οὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν· χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.
Μένων
ΜΕΝ. πάνυ μὲν οὖν χάρισαι. 10
Σωκράτης
ΣΩ. βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν σὺ μάλιστα ἀκολουθήσαις;
Μένων
ΜΕΝ. βούλομαι· πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα;
Μένων
ΜΕΝ. σφόδρα γε.
Σωκράτης
ΣΩ. καὶ πόρους εἰς οὓς καὶ διʼ ὧν αἱ ἀπορροαὶ πορεύονται; 15
Μένων
ΜΕΝ. πάνυ γε.
Σωκράτης
ΣΩ. καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι;
Μένων
ΜΕΝ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ὄψιν καλεῖς τι;
Μένων
ΜΕΝ. ἔγωγε. 20
Σωκράτης
ΣΩ. ἐκ τούτων δὴ σύνες ὅ τοι λέγω, ἔφη Πίνδαρος. ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός.
Μένων
ΜΕΝ. ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι.
Σωκράτης
ΣΩ. ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται· καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.
Μένων
ΜΕΝ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος. 25
Μένων
ΜΕΝ. ἔμοιγε.
Σωκράτης
ΣΩ. ἀλλʼ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλʼ ἐκείνη βελτίων· οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλʼ εἰ περιμείναις τε καὶ μυηθείης.
Μένων
ΜΕΝ. ἀλλὰ περιμένοιμʼ ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi