Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

498

Σωκράτης
ΣΩ. τί οὖν; ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι;
Καλλίκλης
ΚΑΛ. ἀμφότεροι ἔμοιγε μᾶλλον· εἰ δὲ μή, παραπλησίως γε.
Σωκράτης
ΣΩ. οὐδὲν διαφέρει. χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί;
Καλλίκλης
ΚΑΛ. σφόδρα γε. 10
Σωκράτης
ΣΩ. καὶ οἱ ἄφρονες, ὡς ἔοικεν.
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι;
Καλλίκλης
ΚΑΛ. ἀμφότεροι.
Σωκράτης
ΣΩ. ἆρα ὁμοίως; 15
Καλλίκλης
ΚΑΛ. μᾶλλον ἴσως οἱ δειλοί.
Σωκράτης
ΣΩ. ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν;
Καλλίκλης
ΚΑΛ. ἴσως.
Σωκράτης
ΣΩ. οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως, ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων;
Καλλίκλης
ΚΑΛ. φημί. 20
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί;
Καλλίκλης
ΚΑΛ. φημί.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί εἰσιν οἱ κακοί; 25
Καλλίκλης
ΚΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi