Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

497–498

Σωκράτης
ΣΩ. οὐκοῦν καὶ τῶν λυπῶν καὶ τῶν ἡδονῶν ἅμα παύεται;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν τῶν ἀγαθῶν γε καὶ κακῶν οὐχ ἅμα παύεται, ὡς σὺ ὡμολόγεις· νῦν δὲ οὐχ ὁμολογεῖς;
Καλλίκλης
ΚΑΛ. ἔγωγε· τί οὖν δή;
Σωκράτης
ΣΩ. ὅτι οὐ τὰ αὐτὰ γίγνεται, ὦ φίλε, τἀγαθὰ τοῖς ἡδέσιν οὐδὲ τὰ κακὰ τοῖς ἀνιαροῖς. τῶν μὲν γὰρ ἅμα παύεται, τῶν δὲ οὔ, ὡς ἑτέρων ὄντων· πῶς οὖν ταὐτὰ ἂν εἴη τὰ ἡδέα τοῖς ἀγαθοῖς ἢ τὰ ἀνιαρὰ τοῖς κακοῖς; ἐὰν δὲ βούλῃ, καὶ τῇδε ἐπίσκεψαι (οἶμαι γάρ σοι οὐδὲ ταύτῃ ὁμολογεῖσθαι· ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ; 20
Καλλίκλης
ΚΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί δέ; ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς; οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες· ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς;
Καλλίκλης
ΚΑΛ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. τί δέ; παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες;
Καλλίκλης
ΚΑΛ. ἔγωγε. 25
Σωκράτης
ΣΩ. ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα;
Καλλίκλης
ΚΑΛ. οἶμαι ἔγωγε· ἀλλὰ τί τοῦτο;
Σωκράτης
ΣΩ. οὐδέν· ἀλλʼ ἀποκρίνου.
Καλλίκλης
ΚΑΛ. εἶδον.
Σωκράτης
ΣΩ. τί δέ; νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα;
Καλλίκλης
ΚΑΛ. φημί.
Σωκράτης
ΣΩ. πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες;
Καλλίκλης
ΚΑΛ. οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν.
Σωκράτης
ΣΩ. ἀλλʼ ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν; 5
Καλλίκλης
ΚΑΛ. πῶς γὰρ οὔ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi