Thesauros Edebiyat Felsefe Γοργίας

Γοργίας

Γοργίας Plato

495–496

Σωκράτης
ΣΩ. οὐχ ὁμολογεῖ· οἶμαι δέ γε οὐδὲ Καλλικλῆς, ὅταν αὐτὸς αὑτὸν θεάσηται ὀρθῶς. εἰπὲ γάρ μοι, τοὺς εὖ πράττοντας τοῖς κακῶς πράττουσιν οὐ τοὐναντίον ἡγῇ πάθος πεπονθέναι;
Καλλίκλης
ΚΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν, εἴπερ ἐναντία ἐστὶν ταῦτα ἀλλήλοις, ἀνάγκη περὶ αὐτῶν ἔχειν ὥσπερ περὶ ὑγιείας ἔχει καὶ νόσου; οὐ γὰρ ἅμα δήπου ὑγιαίνει τε καὶ νοσεῖ ὁ ἄνθρωπος, οὐδὲ ἅμα ἀπαλλάττεται ὑγιείας τε καὶ νόσου. 25
Καλλίκλης
ΚΑΛ. πῶς λέγεις;
Σωκράτης
ΣΩ. οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία;
Καλλίκλης
ΚΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς;
Καλλίκλης
ΚΑΛ. οὐδʼ ὁπωστιοῦν.
Σωκράτης
ΣΩ. τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται; 5
Καλλίκλης
ΚΑΛ. ἥκιστά γε.
Σωκράτης
ΣΩ. θαυμάσιον γὰρ οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ;
Καλλίκλης
ΚΑΛ. σφόδρα γε.
Σωκράτης
ΣΩ. ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει;
Καλλίκλης
ΚΑΛ. φημί. 10
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. καὶ τάχος καὶ βραδυτῆτα;
Καλλίκλης
ΚΑΛ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου; 15
Καλλίκλης
ΚΑΛ. πάντως δήπου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi